Τῇ τρίτῃ Κυριακῇ τῶν Νηστειῶν, τὴν Προσκύνησιν ἑορτάζομεν τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.
Ποίημα Λέοντος Δεσπότου.
Δεῦτε πιστοὶ τὸ ζωοποιὸν Ξύλον προσκυνήσωμεν, ἐν ὧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης ἑκουσίως χείρας ἐκτεῖνας ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὓς πρίν ὁ ἐχθρός, δι ἡδονῆς συλήσας ἐξορίστους Θεοῦ πεποίηκε.
Δεῦτε πιστοὶ Ξύλον προσκυνήσωμεν, δι’ οὗ ἠξιώθημεν, τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν.
Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις, ἐν σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν καυχῶνται ὡς τὴ σὴ δυνάμει, Ἰσμαηλίτην λαόν, κραταιῶς ὑποτάττοντες. Σὲ νὺν μετὰ φόβου, Χριστιανοὶ ἀσπαζόμεθα, καὶ τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες, Κύριε ὁ ἐν αὐτῷ προσπαγείς, ἐλέησον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Σήμερον ὁ Δεσπότης τῆς Κτίσεως, καὶ Κύριος τῆς δόξης, τῶ Σταυρῶ προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται, χολῆς καὶ ὄξους γεύεται ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, στέφανον ἐξ ἀκανθῶν περιβάλλεται ὁ καλύπτων οὐρανὸν τοὶς νέφεσι , χλαίναν ἐνδύεται χλεύης, καὶ ῥαπίζεται πηλίνη χειρὶ ὁ τὴ χειρὶ πλάσας τὸν ἄνθρωπον,τόν νῶτον φραγγελοῦται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ἐμπτυσμοὺς καὶ μάστιγας δέχεται ὀνειδισμοὺς καὶ κολαφισμοὺς καὶ πάντα ὑπομένει δι’ ἐμὲ τὸν κατάκριτον ὁ Λυτρωτής μου καὶ Θεὸς ἵνα σώσῃ Κόσμον ἐκ πλάνης ὡς εὔσπλαγχνος.
Σήμερον ὁ ἀπρόσιτος τὴ οὐσία προσιτὸς μοὶ γίνεται, καὶ πάσχει πάθη, ἐλευθερῶν μὲ τῶν παθῶν, ὁ φῶς παρέχων τυφλοὶς ὑπὸ ἀνόμων χειλέων ἐμπτύεται, καὶ δίδωσι τὸν νῶτον ὑπὲρ αἰχμαλώτων εἰς μάστιγας. Τοῦτον ἡ Ἁγνὴ καὶ Μήτηρ, ἐπὶ Σταυροῦ θεωροῦσα, ὀδυνηρῶς ἐφθέγγετο, οἴμοι Τέκνον ἐμόν! τὶ τοῦτο πεποίηκας; ὁ ὡραῖος κάλλει παρὰ πάντας βροτούς, ἄπνους ἄμορφος φαίνη, οὐκ ἔχων εἶδος οὐδὲ κάλλος, οἴμοι τὸ ἐμὸν φῶς! οὐ δύναμαι ὑπνοῦντα καθορᾶν σε, τὰ σπλάγχνα τιτρώσκομαι καὶ δεινὴ μοὶ ῥομφαία τὴν καρδίαν διέρχεται, Ἀνυμνῶ σου τὰ Πάθη, προσκυνῶ σου τὸ εὔσπλαγχνον, μακρόθυμε Κύριε δόξα σοί.
Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον, ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
skaleadis