Κυριακή 23 Μαρτίου 2014

Ανέκδοτος κανόνας του Ευαγγελισμού,που υπάρχει σε Αγιορείτικο κωδικα.


Ανέκδοτος κανόνας, κώδ. Δ 37, Μεγίστης Λαύρας, ΙΓ′ αιών., και Sinaitic. gr

609, 106‐108 r.
Ωδὴ α´, ἦχ. π. β′ ὡς ἐν ἠπείρω πεζεύσας

α′. Ἄρχων τῶν ἄνω ταγμάτων φωτοειδὴς πρὸς Παρθένον σήμερον ἀπεστάλη Μαριάμ· χαῖρε νύμφη ἄμωμε βοῶν· μετὰ σοῦ ὁ Πλαστουργὸς πάντων καὶ Κύριος.



β′. Βούλομαι γνῶναι τὸν ξένον σου ἀσπασμόν ἡ Παρθένος ἔφησεν ἀνθρω-πίνης γάρ ἐστιν· ἀσυνήθους λέξεως χαράν· ποίαν ἔφησας εἶπε τρανῶς διδάσκων με.

γ′. Γνωριμοτέρως σοι λέξων πανευλαβῶς παρεστώς σοι Πανάχραντε σὺ δὲ κλίνον σου τὸ οὖς· τοῦ ὑψίστου δύναμις ἐν σοὶ ἐπελεύσει παντουργοῦ σκηνώσει πνεύματος.



Ὦδὴ γ′, οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε, ὁ Θεός

δ′. Δολίως φθέγγεσθαί σε νῦν ἄνθρωπε ὑποπτεύω ὑλικὴ γὰρ οὐσὶα καὶ φθαρτὴ καὶ γεηρὰ τοῦ αΰλων πῶς χωρεῖ; ἀφθαρσίας φῶς ἀναβαλλόμενον.

ε′. Ἐμφρόνως ἔλεξας σεμνή· ἀλλ’ εὐδόκησεν οὕτως· καὶ πεισάτω σε βάτος φλογισθεῖσα μηδαμῶς· σπαργανουμένη πυρί· καὶ τυποῦσα τόκον σου τὸν ἄφραστον.

στ′. Ζωῆς μοι ῥήματα βοᾷς· ἀλλὰ πείθου με ὄρος· καπνιζόμενον

πάλαι δεδεγμένον τὸν Θεόν· μὴ δύνασθαι ὑλικὴν φύσιν ὅλως ἄϋλον εἰσδέξασθαι.



Ὦδὴ δ′, Χριστός μου δύναμις Θεὸς καὶ Κύριος

ζ′. Ἡλίου ὄχημα ἡ ση γενήσεται Παναγία κοιλία καὶ τοῖς βροτοῖς τέξῃ φῶς ἀνέσπερον· ὁ Γαβριὴλ περιχαρῶς τῇ Παρθένῳ ἀπεφθέγγετο.

η′. Θυρῶν μου ἄπιθι· μὴ λέγε ῥήματα οὖν τὴν ἔκβασιν ὅλως ἀδυνατεῖς δείξαι ἀρχιστράτηγε τι μου τὸν νοῦν καὶ τὴν ψυχήν· συνταράσσας ταῦτα λέγων μοι.

θ′. Ἰδέσθαι πόρρωθεν· καταξιώθησαν μυστηρίου τὸ βάθος προφητικαὶ σάλπιγγες πανάμωμε· οὗπερ διάκονος εἰμί· πρὸ θύρων σου παριστάμενος.



Ὦδὴ ε′, τῷ θείω φέγγει σου, ἀγαθέ

ι′. Καταστραπτόμενον σε ὁρῶ· ταῖς ἀγγελικαῖς μαρμαρυγαῖς· ἡ ὑπεράμωμος ἔφησεν εὐλαβοῦμαι τάχιον πείσεσθαι μὴ πρότερον μαθοῦσαι πᾶσαν ἀσφαλείαν.

ια′. Λιμενομένην ὁ πλαστουργὸς φύσιν τῶν ἀνθρώπων καθορῶν· ἐν σοι οἰκῆσαι εὐδόκησεν· ἀποκεκρυμμένον ἀπ’ αἰώνον ἁγνὴ φρικτῶς ἀνακαλύπτων ἄρτι μυστήριον.

ιβ′. Μεμνηστευμένη τῷ Ἰωσὴφ πέφυκα ἐγὼ μέχρι τοῦ νῦν· οὐ συνημμένη, ἀρχάγγελε πείραν οὐν μὴ γνούσα· ἀνδρὸς πῶς τέξομαι φύσεως ἐναντία λέγεις μοι ῥήματα.

Ὦδὴ στ′, τοῦ βίου τὴν θάλασσαν

ιγ′. Νόμοις κόρη φύσεως οὐ δουλεύει Ἰησοῦς ὁ πλαστουργὸς τῆς φύσεως· καὶ σε πασαύτω ῥάβδος τοῦ Ἀαρών· ἀνίκμως βλαστήσασα· σὲ τεκεῖν ἀπειράνδρως εἰκονίζουσα.

ιδ′. Ξενίζομαι ταῦτα σοῦ τὰ φρικώδη καὶ σεπτὰ κατανοοῦσαι ῥήματα καὶ πιστωθῆναι θέλουσα ἐν νοῷ· τοῦ ὕψους τὸ μέγεθος καὶ συστέλλομαι ὅλη ἀρχιστράτηγε.

ιε′. Οὐ πείθῃ τοῖς λόγοις μου; σὲ προείδε Δανιήλ· ὄρος ἐξ οὗ τμηθήσεται ἄνευ χειρὸς ἀνθρώπου λίθος ἁγνή· ναοὺς καὶ τὰ ξόανα τῶν δαιμόνων λεπτύνων κραταιώτατα.

Ὦδὴ ζ′, δροσοβόλον μὲν τὴν κάμινον

ιστ′. Παραδόξως ὅτι είξει μετὰ σώματος· ἐν κόσμῳ ὁ ἀσώματος διεσάφησας Γαβριὴλ εἰπὲ δὲ τηλαυγῶς· πῶς τοῦτον χωρήσει μου γαστήρ· ὅν τὰ μεγέθη οὐρανῶν· χωρεῖν οὐ δύναται.

ιζ′. Ῥητορεύω σοι καὶ σύνες ἀεὶ παρθένε πῶς ἡ σεμνὴ ποτὲ Ἀβράαμ ὑποδέξατο καὶ ἐχώρησεν ἁγνή· διὸ μὴ ἀμφίβαλλε νυνί· ἀλλὰ εὐμενῶς τὸν ἀσπασμόν· δέχου βροτῶν ἡ χαρά.

ιη′. Συνταράσσει με τοῦ πράγματος τὸ μέγεθος ἀλλ’ οὖν εἰπερ εὐδόκησεν ὁ πανάγαθος ἐν ἐμοὶ οἰκῆσαι ὑπὲρ νοῦν ἰδοὺ καὶ ψυχὴ καὶ τῇ σαρκὶ ναὸς ὑπάρχων καθαρός τετηρημένος αὐτόν.



Ὦδὴ η′, ἐκ φλογός τοῖς ὁσίοις

ιθ′. Τῇ φωνῇ τοῦ ἀγγέλου τὸ φῶς συνέλαβε. Διὰ τοῦτο σοι χαῖρε πάντες κραυγάζομεν. Πύλη τοῦ φωτὸς δυσθεώρη τὸ ὅραμα· θρόνε τοῦ ὑψίστου Παρθένε Θεοτόκε.

κ′. Ὑψηλοῦ μυστηρίου χαῖρε περαίωσις ἀπορρήτων πραγμάτων χαῖρε φανέρωσις· χαῖρε πρὸς Θεὸν τοῦ ἀνθρώπου οἰκείωσις· χαῖρε τῶν πεσόντων ἀνάκλησις Παρθένε.

κα Φωτοδότου δεσπότου χαῖρε λοχεύτρια· ὁ λιμὴν τῶν ἐν ζάλῃ χαῖρε πανάμωμε·

ἡ ἀληθινὴ καὶ κατάκαρπος ἄμπελος χαῖρε γεωργοῦσα ἀθανασίας βότρυν.

Ὦδὴ θ′, Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον

κβ′. Χαρᾶς αἰτία ἡ παντευλόγητος χαῖρε σεμνή· καλλίκαρπος καὶ εὔφορος ἄρουρα. Τὸν τροφέα τοῦ παντὸς βαστάζουσα· χαῖρε ἡ γῆ τοῦ ζῶντος· ὕδατος ἄχραντε· στάμνε καὶ παράδεισε Θεοῦ χαῖρε πανάμωμε.

κγ′. Ψυχῶν σωμάτων τε καθαρτήριον· χαῖρε δι’ ἧς πηγάζει τοῖς ἀνθρώποις τὰ κρείττονα, ἡ αἰτία τῆς τῶν πάντων θεώσεως· χαῖρε νεφέλη κουφή· ἥλιον φέρουσα· κόσμον φεγγοβόλοις ἀστραπαῖς

καταφαιδραίνουσα.

κδ′. Ὠδὴν βοῶμεν σοι χαριστήριον χαῖρε σεμνή· μαρτύρων ἀποστόλων τὸ καύχημα· προφητῶν τὸ περίδοξον λάλημα· ἰεραρχῶν ὁσίων χαῖρε καλλώπισμα· δι’ ἧς τὰ οὐράνια τῇ γῇ συνεπαγάλλονται.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

skaleadis

Related Posts Plugin for WordPress, Blogger...