Πέμπτη 27 Φεβρουαρίου 2014

Τη 27η του αυτού μηνός μνήμη του Οσίου πατρός ημών Εφραίμ Κατουνακιώτου

 lawgap


Ἀπολυτίκιον, Κοντάκιον καὶ Μεγαλυνάρια

Ὁσίου Ἐφραὶμ τοῦ Κατουνακιώτου (+ 14/27 Φεβρουαρίου 1998)

Ποίημα: Γεωργίου Ἀποστολάκη, δικαστοῦ.

Ἀπολυτίκιον.

Ἧχος γ΄. Θείας πίστεως.

Τῇ ἀσκήσει σου, ἐν ταπεινώσει, γνῶσιν ἔλαβες, Φωτὸς Ἀκτίστου, ἐντυχὼν τῆς θεώσεως Ὅσιε· τοῦ Ἰωσὴφ ἑλκυσθεὶς γὰρ διδάγμασι, ὑπακοῆς τέκνον τέλειον γέγονας· μεθ’ οὗ πρέσβευε, Κυρίῳ Ἐφραὶμ μακάριε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Κοντάκιον

Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τὸν ὁσιώτατον, Ἐφραὶμ ὑμνήσωμεν, ζωὴν ἰσάγγελον τὸν ἐπιδείξαντα, ὑπακοῆς τὸν ἀθλητήν, εὐχῆς τε μονολογίστου, ἄριστον διδάσκαλον, μοναστῶν τὸ ὑπόδειγμα, Σπηλαιώτου ἔκγονον, Ἰωσὴφ γνησιώτατον, πρὸς οὓς ἀναβοήσωμεν πάντες· χαίροις, δυὰς ἡ μακαρία.

Μεγαλυνάρια

Χαίροις, ἡσυχίας ὁ ἐραστής, χαίροις, τῶν δακρύων καὶ εὐχῆς ὁ καθηγητής· χαίροις, ὁ τηρήσας ὑπακοὴν καὶ νῆψιν, Ἐφραὶμ τῶν σὲ τιμώντων, ἀεὶ μνημόνευε.

Βίον σου, ὡς ἄγγελος ἐν σαρκί, ἔσχες ἐν ἀσκήσει, καθαρθείς τε καὶ θεωθείς· ὅθεν νῦν μετέχεις, τῆς ἄνω κληρουχίας, Ἐφραίμ Κατουνακίων, νέον ἀγλάϊσμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

skaleadis

Related Posts Plugin for WordPress, Blogger...